Πέμπτη, 31 Ιουλίου 2014

Προσευχή στον Άγιο Αρχάγγελο Μιχαήλ

Κύριε Θεέ, Βασιλεῦ Μέγα, Ἄναρχε! Ἀπόστειλον, Κύριε, τόν Σόν Ἀρχάγγλεον Μιχαήλ, ἐπί τόν δοῦλον Σου (ὄνομα) ϊνα ρύσης με ἀπό ἐχθρῶν ὁρατῶν καί ἀοράτων. Ἀρχάγγελε Κυρίου Μιχαήλ, δός εἰρήνην καί εὐημερίαν τῷ Σῷ δούλῳ (ὄνομα). Ἀρχάγγελε Κυρίου Μιχαήλ, τῶν δαιμόνων μαχητά, πολέμησον τούς ἐχθρούς τούς πολεμοῦντας με, ποίησον αὐτούς ὥσπερ ἀμνούς καί ἀπόστρεψον αὐτούς ὡς ὁ ἄνεμος τήν κόνιν.



















Ὦ Μέγα Ἀρχάγγελε Κυρίου Μιχαήλ!
Ἀρχιστράτηγε, Πρῶτε τῶν ἑξαπτερύγων Χερουβείμ καί Σεραφείμ καί πάντων τῶν Ἁγίων, γενοῦ μοι προστάτης καί βοηθός ἐν ταῖς θλίψεσι καί ταῖς στενοχωρίαις μου, ἐν τῇ ἐρήμῳ, εἰς τάς ὁδούς, εἰς τούς ποταμούς, καί ἐν τῇ θαλάσσῃ γενοῦ μοι γαλήνιος λιμήν. Σῶσον με, Ἀρχάγγελε Μιχαήλ, ἀπό τῶν πονηριῶν τοῦ διαβόλου, ὅταν ἀκούσης με, τόν ἁμαρτωλόν δοῦλον (ὄνομα), καλοῦντα τό ὄνομά Σου τό Ἅγιον. Γενοῦ μοι βηθός ταχύς καί ἐπάκουσον τῆς προσευχῆς μου.

Ὦ Μέγα Ἀρχάγγελε Μιχαήλ! 

Νίκα πάντας τούς ἐναντίους μου τῇ δυνάμει τοῦ Τίμιου καί Ζωοποιοῦ Οὐράνιου Σταυροῦ τοῦ Κυρίου, εὐχαῖς τῆς Ὑπεραγίας Θεοτόκου, τῶν Ἁγίων Ἀγγέλων, τῶν Ἀποστόλων, τοῦ Ἁγίου Προφήτου Ἡλιοῦ, τοῦ Ἁγίου Νικολάου τοῦ Θαυματουργοῦ, τοῦ Ἁγίου Ἀνδρεου τοῦ διά Χριστόν Σαλοῦ, τοῦ Ἁγίου Μεγαλομάρτυρος Νικῆτα καί Εὐσταθίου καί πάντων Σου τῶν Ἁγίων.

Ὦ Μέγα Ἀρχάγγελε Μιχαήλ! 
Βοήθει με τόν ἁμαρτωλόν δοῦλον Σου (ὄνομα), σῶσον με ἀπό σεισμοῦ, πλημμύρας καί πυρός, ἀπό ἀοράτων ἐνθρῶν, ἀπό ἀνοήτου θανάτου, ἀπό παντός κακοῦ καί ἀπό πονηρῶν δαιμόνων, Μέγα Μιχαήλ Ἀρχάγγελε Κυρίου, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰὠνων. Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου